Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.138 Joseph. AJ 11.143 (English) >>Joseph. AJ 11.148

11.141δεομένων τε βοηθῆσαι τοῖς νόμοις, μὴ κοινὴν ἐπὶ πάντας ὀργὴν λαβὼν πάλιν αὐτοὺς εἰς συμφορὰς ἐμβάλῃ, διέρρηξε μὲν εὐθὺς ὑπὸ λύπης τὴν ἐσθῆτα καὶ τὴν κεφαλὴν ἐσπάρασσεν καὶ τὰ γένεια ὑβρίζων ἐπὶ τὴν γῆν τε ἑαυτὸν ἔρριψεν ἐπὶ τῷ τὴν αἰτίαν ταύτην λαβεῖν τοὺς πρώτους τοῦ λαοῦ. 11.142λογιζόμενος δὲ ὅτι, ἐὰν ἐκβαλεῖν αὐτοὺς τὰς γυναῖκας καὶ τὰ ἐξ αὐτῶν προστάξῃ τέκνα, οὐκ ἀκουσθήσεται, διέμενεν ἐπὶ τῆς γῆς κείμενος. συνέτρεχον οὖν πρὸς αὐτὸν οἱ μέτριοι πάντες κλαίοντες καὶ αὐτοὶ καὶ τῆς ἐπὶ τῷ γεγενημένῳ λύπης συμμεταλαμβάνοντες. 11.143ἀναστὰς δὲ ἀπὸ τῆς γῆς Ἔσδρας καὶ τὰς χεῖρας ἀνατείνας εἰς τὸν οὐρανόν, αἰσχύνεσθαι μὲν ἔλεγεν αὐτὸν ἀναβλέψαι διὰ τὰ ἡμαρτημένα τῷ λαῷ, ὃς τῆς μνήμης ἐξέβαλεν τὰ τοῖς πατράσιν ἡμῶν διὰ τὴν ἀσέβειαν αὐτῶν συμπεσόντα, 11.144παρεκάλει δὲ τὸν θεὸν σπέρμα τι καὶ λείψανον ἐκ τῆς τότε συμφορᾶς αὐτῶν καὶ αἰχμαλωσίας περισώσαντα καὶ πάλιν εἰς Ἱεροσόλυμα καὶ τὴν οἰκείαν γῆν ἀποκαταστήσαντα καὶ τοὺς Περσῶν βασιλέας ἀναγκάσαντα λαβεῖν οἶκτον αὐτῶν, καὶ συγγνωμονῆσαι τοῖς νῦν ἡμαρτημένοις, ἄξια μὲν θανάτου πεποιηκόσιν, ὂν δὲ ἐπὶ τῇ τοῦ θεοῦ χρηστότητι καὶ τοὺς τοιούτους ἀφιέναι τῆς κολάσεως. 11.145

Καὶ μὲν ἐπαύσατο τῶν εὐχῶν· θρηνούντων δὲ πάντων, ὅσοι πρὸς αὐτὸν σὺν γυναιξὶν καὶ τέκνοις συνῆλθον, Ἀχόνιός τις ὀνόματι πρῶτος τῶν Ἱεροσολυμιτῶν, προσελθὼν αὐτοὺς μὲν ἁμαρτεῖν ἔλεγεν ἀλλοεθνεῖς ἐνοικισαμένους γυναῖκας, ἔπειθε δʼ αὐτὸν ἐξορκίσαι πάντας ἐκβαλεῖν αὐτὰς καὶ τὰ ἐξ αὐτῶν γεγενημένα, κολασθήσεσθαι δὲ τοὺς οὐχ ὑπακούσαντας τῷ νόμῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.138 Joseph. AJ 11.143 (English) >>Joseph. AJ 11.148

Powered by PhiloLogic